ΚΑΛΩΣ ΗΛΘΕΣ!

Η ΜΩΒ ΑΓΑΠΗ ΜΟΥ ΠΑΝΤΟΥ ΣΤΗΝ ΓΗ...

1 Ιουν 2015

ΕΥΧΕΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

ΕΥΧΗ Α΄
χραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκατάληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς· ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων· Σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντος ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντος ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς ἀειπαρθένου καὶ ἐνδόξου Θεοτόκου· Ὅς, πρότερον μὲν λόγοις διδάσκων, ὕστερον δὲ καὶ ἔργοις ὑποδεικνύς, ἡνίκα τὸ σωτήριον ὑφίστατο πάθος, παρέσχεν ἡμῖν ὑπογραμμὸν τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου, δεήσεις προσφέρειν ἐν αὐχένος καὶ γονάτων κλίσεσιν, ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Αὐτὸς οὖν, πολυέλεε καὶ φιλάνθρωπε, ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε· ἐξαιρέτως δέ, ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς Πεντηκοστῆς, ἐν ᾗ, μετὰ τὸ ἀναληφθῆναι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανούς, καὶ καθεσθῆναι ἐν δεξιᾷ σοῦ τοῦ Θεοῦ καὶ Πατρός, κατέπεμψε τὸ Ἅγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους· ὃ καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες τῆς ἀκενώτου χάριτος αὐτοῦ, καὶ ἐλάλησαν ἑτέραις γλώσσαις τὰ μεγαλεῖά σου, καὶ προεφήτευσαν.                                                      

Νῦν οὖν δε­ο­μέ­νων ἐ­πά­κου­σον ἡ­μῶν, καὶ μνή­σθη­τι ἡ­μῶν τῶν τα­πει­νῶν καὶ κα­τα­κρί­των, καὶ ἐ­πί­στρε­ψον τὴν αἰχ­μα­λω­σί­αν τῶν ψυ­χῶν ἡ­μῶν, τὴν οἰ­κεί­αν συμ­πά­θειαν ἔ­χων ὑ­πὲρ ἡ­μῶν πρε­σβεύ­ου­σαν. Δέ­ξαι ἡ­μᾶς προ­σπί­πτον­τάς σοι καὶ βο­ῶν­τας τό, Ἡ­μάρ­το­μεν.        

Ἐ­πὶ σὲ ἐ­περ­ρί­φη­μεν ἐκ μήτρας, ἀ­πὸ γα­στρὸς μη­τρὸς ἡ­μῶν. Θε­ὸς ἡ­μῶν σὺ εἶ· ἀλ­λ’ ὅ­τι ἐ­ξέ­λι­πον ἐν μα­ται­ό­τη­τι αἱ ἡ­μέ­ραι ἡ­μῶν, γε­γυ­μνώ­με­θα τῆς σῆς βο­η­θεί­ας, ἐ­στε­ρή­με­θα ἀ­πὸ πά­σης ἀ­πολο­γί­ας.              
Ἀλ­λὰ θαρ­ροῦν­τες τοῖς οἰκτιρμοῖς σου, κρά­ζο­μεν· Ἁμαρ­τί­ας νε­ό­τη­τος ἡ­μῶν καὶ ἀ­γνοί­ας μὴ μνη­σθῇς, καὶ ἐκ τῶν κρυ­φί­ων ἡ­μῶν κα­θά­ρι­σον ἡ­μᾶς. Μὴ ἀ­πορ­ρί­ψῃς ἡ­μᾶς εἰς και­ρὸν γή­ρως· ἐν τῷ ἐ­κλεί­πειν τὴν ἰ­σχὺν ἡ­μῶν, μὴ ἐγκαταλίπῃς ἡ­μᾶς· πρὶν ἡ­μᾶς εἰς τὴν γῆν ἀποστρέ­ψαι, ἀξίωσον πρὸς σὲ ἐ­πι­στρέ­ψαι, καὶ πρό­σχες ἡ­μῖν ἐν εὐ­με­νεί­ᾳ καὶ χά­ρι­τι.               

Ἐ­πι­μέ­τρη­σον τὰς ἀ­νο­μί­ας ἡμῶν τοῖς οἰ­κτιρ­μοῖς σου· ἀντίθες τὴν ἄ­βυσ­σον τῶν οἰκτιρ­μῶν σου, τῷ πλή­θει τῶν πλημ­με­λη­μά­των ἡμῶν.        

Ἐ­πί­βλε­ψον ἐξ ὕ­ψους ἁ­γί­ου σου, Κύ­ρι­ε, ἐ­πὶ τὸν λα­όν σου τὸν πε­ρι­ε­στῶ­τα, καὶ ἀπεκδεχό­με­νον τὸ πα­ρὰ σοῦ πλού­σιον ἔ­λε­ος.

Ἐπί­σκε­ψαι ἡ­μᾶς ἐν τῇ χρηστό­τη­τί σου· ῥῦ­σαι ἡ­μᾶς ἐκ τῆς κα­τα­δυνα­στεί­ας τοῦ δια­βό­λου· ἀ­σφά­λισαι τὴν ζωὴν ἡ­μῶν τοῖς ἁ­γί­οις καὶ ἱ­ε­ροῖς νό­μοις σου.               

Ἀγ­γέ­λῳ πι­στῷ φύ­λα­κι παρακατά­θου τὸν λα­όν σου· πάν­τας ἡμᾶς συ­νά­γα­γε εἰς τὴν Βα­σι­λεί­αν σου· δὸς συγ­γνώ­μην τοῖς ἐλ­πίζου­σιν ἐ­πὶ σέ· ἄ­φες αὐ­τοῖς καὶ ἡ­μῖν τὰ ἁ­μαρ­τή­μα­τα· καθάρισον ἡ­μᾶς τῇ ἐ­νερ­γεί­ᾳ τοῦ Ἁ­γί­ου σου Πνεύ­μα­τος· δι­ά­λυ­σον τὰς κα­θ’ ἡμῶν μη­χα­νὰς τοῦ ἐ­χθροῦ.        

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, Δέ­σπο­τα παν­το­κρά­τορ, ὁ φω­τί­σας τὴν ἡ­μέ­ραν τῷ φω­τὶ τῷ ἡ­λια­κῷ καὶ τὴν νύ­κτα φαι­δρύ­νας ταῖς αὐ­γαῖς τοῦ πυ­ρός· ὁ τὸ μῆ­κος τῆς ἡ­μέ­ρας δι­ελ­θεῖν ἡ­μᾶς κα­τα­ξι­ώ­σας, καὶ προ­σεγ­γί­σαι ταῖς ἀρ­χαῖς τῆς νυ­κτός, ἐ­πά­κου­σον τῆς δε­ή­σε­ως ἡ­μῶν καὶ παν­τὸς τοῦ λα­οῦ σου· καὶ πᾶ­σιν ἡ­μῖν συγ­χω­ρή­σας τὰ ἑ­κού­σια καὶ τὰ ἀ­κού­σια ἁ­μαρ­τήμα­τα, πρόσ­δε­ξαι τὰς ἑ­σπε­ρι­νὰς ἡ­μῶν ἱ­κε­σί­ας καὶ κα­τά­πεμ­ψον τὸ πλῆ­θος τοῦ ἐ­λέ­ους σου καὶ τῶν οἰ­κτιρ­μῶν σου ἐ­πὶ τὴν κλη­ρο­νομί­αν σου.              

Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις Ἀγ­γέ­λοις σου· ὅ­πλι­σον ἡ­μᾶς ὅ­πλοις δι­και­ο­σύ­νης σου· πε­ρι­χα­ράκω­σον ἡ­μᾶς τῇ ἀ­λη­θεί­ᾳ σου· φρού­ρη­σον ἡ­μᾶς τῇ δυ­νά­μει σου· ρῦ­σαι ἡ­μᾶς ἐκ πά­σης πε­ρι­στάσε­ως, καὶ πά­σης ἐπι­βου­λῆς τοῦ ἀν­τι­κει­μέ­νου.                                                

Πα­ρά­σχου δὲ ἡ­μῖν καὶ τὴν πα­ροῦσαν ἑ­σπέ­ραν, σὺν τῇ ἐ­περ­χο­μέ­νῃ νυ­κτί, τε­λεί­αν, ἁ­γί­αν, εἰ­ρη­νι­κήν, ἀ­να­μάρ­τη­τον, ἀ­σκαν­δά­λι­στον, ἀφάν­τα­στον, καὶ πά­σας τὰς ἡ­μέ­ρας τῆς ζω­ῆς ἡ­μῶν· πρε­σβείαις τῆς ἁ­γί­ας Θε­ο­τό­κου, καὶ πάν­των τῶν Ἁ­γί­ων τῶν ἀ­π’ αἰ­ῶ­νός σοι εὐ­α­ρε­στη­σάν­των.        

                                                ΕΥΧΗ Β΄
Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, ὁ τὴν σὴν εἰ­ρή­νην δε­δω­κὼς τοῖς ἀν­θρώ­ποις καὶ τὴν τοῦ Πα­να­γί­ου Πνεύ­μα­τος δω­ρε­άν, ἔτι τῷ βί­ῳ καὶ ἡ­μῖν συμ­πα­ρών, εἰς κλη­ρονο­μί­αν ἀ­να­φαί­ρε­τον, τοῖς πι­στοῖς ἀεὶ πα­ρέ­χων, ἐμ­φα­νέ­στε­ρον δὲ ταύ­την τὴν χά­ριν τοῖς σοῖς Μαθηταῖς καὶ Ἀ­πο­στό­λοις σή­με­ρον κα­τα­πέμ­ψας, καὶ τὰ τού­των χεί­λη πυ­ρί­ναις στο­μώ­σας γλώσσαις, δι’­ ὧν πᾶν γέ­νος ἀν­θρώ­πων τὴν θε­ο­γνω­σί­αν, ἰ­δί­ᾳ δι­α­λέ­κτῳ εἰς ἀ­κο­ὴν ὠ­τί­ου δε­ξά­με­νοι, φω­τὶ τοῦ Πνεύ­μα­τος ἐ­φω­τί­σθη­μεν, καὶ τῆς πλά­νης, ὡς ἐκ σκό­τους, ἀ­πηλλά­γη­μεν, καὶ τῇ τῶν αἰ­σθη­τῶν καὶ πυ­ρί­νων γλωσ­σῶν δι­α­νο­μῇ, καὶ ὑ­περ­φυ­εῖ ἐ­νερ­γεί­ᾳ, τὴν εἰς σὲ πί­στιν ἐ­μα­θη­τεύ­θη­μεν, καὶ σὲ θε­ο­λο­γεῖν, σὺν τῷ Πα­τρὶ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, ἐν μιᾷ Θε­ό­τη­τι, καὶ δυ­νά­μει, καὶ ἐ­ξου­σί­ᾳ κα­τηυ­γά­σθη­μεν.                                                 

Σὺ οὖν τὸ ἀ­παύ­γα­σμα τοῦ Πατρός, ὁ τῆς οὐ­σί­ας καὶ τῆς φύ­σε­ως αὐ­τοῦ ἀ­πα­ράλ­λα­κτος καὶ ἀ­με­τακί­νη­τος χα­ρα­κτήρ, ἡ πη­γὴ τῆς σω­τη­ρί­ας καὶ τῆς χά­ρι­τος, διά­νοιξον κἀ­μοῦ τοῦ ἁ­μαρ­τω­λοῦ τὰ χεί­λη, καὶ δί­δα­ξόν με πῶς δεῖ, καὶ ὑπὲρ ὧν χρὴ προ­σεύ­χε­σθαι.          

Σὺ γὰρ εἶ ὁ γι­νώ­σκων τὸ πο­λὺ τῶν ἁ­μαρ­τι­ῶν μου πλῆ­θος, ἀλ­λ’ ἡ σὴ εὐ­σπλα­χνί­α νι­κή­σει τού­των τὸ ἄ­με­τρον· ἰ­δοὺ γὰρ φό­βῳ πα­ρίστα­μαί σοι, εἰς τὸ πέ­λα­γος τοῦ ἐλέ­ους σου τὴν ἀ­πό­γνω­σιν ἀ­πορρί­ψας τῆς ψυ­χῆς μου.          

Κυ­βέρ­νη­σόν μου τὴν ζω­ήν, ὁ πᾶ­σαν ρή­μα­τι τὴν κτί­σιν ἀρ­ρή­τῳ σο­φί­ας δυ­νά­μει κυ­βερ­νῶν, ὁ εὔ­διος τῶν χει­μα­ζο­μέ­νων λι­μήν, καὶ γνώ­ρι­σόν μοι ὁ­δόν, ἐν ᾗ πο­ρεύ­σο­μαι.        

Πνεῦ­μα σο­φί­ας σου τοῖς ἐ­μοῖς πα­ρά­σχου δι­α­λο­γι­σμοῖς, Πνεῦ­μα συ­νέ­σε­ως τῇ ἀ­φρο­σύ­νῃ μου δωρού­με­νος· Πνεῦ­μα φό­βου σου τοῖς ἐ­μοῖς ἐ­πι­σκί­α­σον ἔρ­γοις· καὶ Πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου· καὶ Πνεύ­μα­τι ἡ­γεμο­νι­κῷ τὸ τῆς δι­α­νοί­ας μου στήρι­ξον ὀ­λι­σθη­ρόν· ἵ­να κα­θ’ ­ἑ­κάστην ἡ­μέ­ραν, τῷ Πνεύ­μα­τί σου τῷ ἀ­γα­θῷ, πρὸς τὸ συμ­φέ­ρον ὁδη­γού­με­νος, κα­τα­ξι­ω­θῶ ποι­εῖν τὰς ἐν­το­λάς σου, καὶ τῆς σῆς ἀ­εὶ μνη­μο­νεύ­ειν ἐν­δό­ξου, καὶ ἐ­ρευνη­τι­κῆς τῶν πε­πραγ­μέ­νων ἡ­μῖν πα­ρου­σί­ας· καὶ μὴ πα­ρί­δῃς με τοῖς φθει­ρο­μέ­νοις τοῦ κό­σμου τούτου ἐναπατᾶ­σθαι τερ­πνοῖς, ἀλ­λὰ τῶν μελ­λόν­των ὀ­ρέ­γε­σθαι τῆς ἀ­πολαύ­σε­ως ἐ­νί­σχυ­σον θη­σαυ­ρῶν.        

Σὺ γὰρ εἶ­πας, Δέ­σπο­τα, ὅ­τι ὅ­σα περ ἄν τις αἰ­τή­ση­ται ἐν τῷ ὀ­νόμα­τί σου, ἀ­κω­λύ­τως πα­ρὰ τοῦ σοῦ λαμ­βά­νει συ­να­ϊ­δί­ου Θε­οῦ καὶ Πα­τρός· διὸ κἀ­γὼ ὁ ἁ­μαρ­τω­λός, ἐν τῇ ἐ­πι­φοι­τή­σει τοῦ ἁ­γί­ου σου Πνεύ­μα­τος, τὴν σὴν ἱ­κε­τεύ­ω ἀ­γα­θό­τη­τα· Ὅ­σα ηὐ­ξά­μην, ἀ­πόδος μοι εἰς σω­τη­ρί­αν.             

Ναί, Κύ­ρι­ε, ὁ πά­σης εὐ­ερ­γε­σί­ας πλου­σι­ο­πά­ρο­χος δο­τὴρ ἀ­γα­θός· ὅ­τι σὺ εἶ ὁ δι­δοὺς ὑ­πε­ρεκ­πε­ρισσοῦ, ὧν αἰ­τού­με­θα.        
Σὺ εἶ ὁ συμ­πα­θής, ὁ ἐ­λε­ή­μων, ὁ ἀ­να­μαρ­τή­τως γε­γο­νὼς τῆς σαρκὸς ἡ­μῶν κοι­νω­νός, καὶ τοῖς κάμ­πτου­σι πρὸς σὲ γό­νυ, ἐ­πι­καμπτό­με­νος φι­λευ­σπλά­χνως, ἱ­λα­σμός τε γε­νό­με­νος τῶν ἁ­μαρτι­ῶν ἡ­μῶν.               
Δός δή, Κύ­ρι­ε, τῷ λα­ῶ σου τοὺς οἰ­κτιρ­μούς σου· ἐ­πά­κου­σον ἡ­μῶν ἐξ οὐ­ρα­νοῦ ἁ­γί­ου σου· ἁ­γί­α­σον αὐ­τοὺς τῇ δυ­νά­μει τῆς σω­τη­ρί­ου δε­ξιᾶς σου· σκέ­πα­σον αὐ­τοὺς ἐν τῇ σκέ­πῃ τῶν πτε­ρύ­γων σου· μὴ πα­ρί­δῃς τὰ ἔρ­γα τῶν χει­ρῶν σου.        

Σοὶ μό­νῳ ἁ­μαρ­τά­νο­μεν, ἀλ­λὰ καὶ σοὶ μό­νῳ λα­τρεύ­ο­μεν· οὐκ οἴ­δαμεν προ­σκυ­νεῖν Θε­ῷ ἀλ­λο­τρί­ῳ, οὐ­δὲ δι­α­πε­τά­ζειν πρὸς ἕ­τε­ρον Θε­ὸν τὰς ἑ­αυ­τῶν, Δέ­σπο­τα, χεῖ­ρας.                          

Ἄ­φες ἡ­μῖν τὰ πα­ρα­πτώ­μα­τα· καὶ προσ­δε­χό­με­νος ἡ­μῶν τὰς γο­νυπε­τεῖς δε­ή­σεις, ἔ­κτει­νον πᾶ­σιν ἡ­μῖν χεῖ­ρα βο­η­θεί­ας· πρόσ­δε­ξαι τὴν εὐ­χὴν πάν­των, ὡς θυ­μί­α­μα δε­κτόν, ἀ­να­λαμ­βα­νό­με­νον ἐ­νώπιον τῆς σῆς ὑ­πε­ρα­γά­θου βα­σιλεί­ας.                                                  

Κύ­ρι­ε, Κύ­ρι­ε, ὁ ρυ­σά­με­νος ἡ­μᾶς ἀ­πὸ παν­τὸς βέ­λους πε­το­μέ­νου ἡ­μέ­ρας, ῥῦ­σαι ἡ­μᾶς καὶ ἀ­πὸ παν­τὸς πράγ­μα­τος ἐν σκό­τει δι­α­πο­ρευ­ο­μέ­νου.        

Πρόσ­δε­ξαι θυ­σί­αν ἑ­σπε­ρι­νήν, τὰς τῶν χει­ρῶν ἡ­μῶν ἐ­πάρ­σεις.           

Κα­τα­ξί­ω­σον δὲ ἡ­μᾶς, καὶ τὸ νυ­κτε­ρι­νὸν στά­διον ἀ­μέμ­πτως δι­ελ­θεῖν, ἀ­πει­ρά­στους κα­κῶν· καὶ λύ­τρω­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης τα­ρα­χῆς καὶ δει­λί­ας, τῆς ἐκ τοῦ δι­α­βό­λου ἡ­μῖν προ­σγι­νο­μέ­νης.              
Χά­ρι­σαι ταῖς ψυ­χαῖς ἡ­μῶν κα­τάνυ­ξιν, καὶ τοῖς λο­γι­σμοῖς ἡ­μῶν μέ­ρι­μναν, τῆς ἐν τῇ φο­βε­ρᾷ καὶ δι­καί­ᾳ σου κρί­σει ἐ­ξε­τά­σε­ως.             

Χά­ρι­σε στὶς ψυ­χές μας κα­τά­νυ­ξη καὶ στὶς σκέ­ψεις μας φρον­τί­δα γιὰ τὴ φο­βε­ρὴ καὶ δί­και­η ἐ­ξε­τα­στι­κὴ κρί­ση σου.

Κα­θή­λω­σον ἐκ τοῦ φό­βου σου τὰς σάρ­κας ἡ­μῶν, καὶ νέ­κρω­σον τὰ μέ­λη ἡ­μῶν τὰ ἐ­πὶ τῆς γῆς· ἵ­να, καὶ ἐν τῇ κα­θ’­ ὕ­πνον ἡ­συ­χί­ᾳ, ἐμ­φαι­δρυ­νώ­με­θα τῇ θε­ω­ρί­ᾳ τῶν κρι­μά­των σου.      

Ἀ­πό­στη­σον δὲ ἀ­φ’ ἡ­μῶν πᾶ­σαν φαν­τα­σί­αν ἀ­πρε­πῆ, καὶ ἐ­πι­θυμί­αν βλα­βε­ράν.                                                  

Δι­α­νά­στη­σον δὲ ἡ­μᾶς ἐν τῷ και­ρῷ τῆς προ­σευ­χῆς ἐ­στη­ριγμέ-νους ἐν τῇ πί­στει, καὶ προ­κόπτοντας ἐν τοῖς πα­ραγ­γέλ­μα­σί σου.            

                                           ΕΥΧΗ Γ΄
ἀ­ε­νά­ως βρύ­ου­σα ζω­τι­κὴ καὶ φω­τι­στι­κὴ πη­γή, ἡ συ­να­ΐ­διος τοῦ Πα­τρὸς δη­μι­ουρ­γι­κὴ δύ­να­μις, ὁ πᾶ­σαν τὴν οἰ­κο­νο­μί­αν, διὰ τὴν τῶν βρο­τῶν σω­τη­ρί­αν, ὑ­περ­κάλλως πλη­ρώ­σας, Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν· ὁ θα­νά­του δε­σμοὺς ἀ­λύτους, καὶ κλεῖ­θρα ᾅ­δου δια­ρρήξας, πο­νη­ρῶν δὲ πνευ­μά­των πλή­θη κα­τα­πα­τή­σας· ὁ προ­σα­γαγὼν σε­αυ­τὸν ἄ­μω­μον ὑ­πὲρ ἡ­μῶν ἱ­ε­ρεῖ­ον, τὸ σῶ­μα δοὺς τὸ ἄ­χραντον εἰς θυ­σί­αν, τὸ πά­σης ἁ­μαρτί­ας ἄ­ψαυ­στόν τε καὶ ἄ­βα­τον, καὶ διὰ τῆς φρι­κτῆς ταύ­της, καὶ ἀ­νεκ­δι­η­γή­του ἱ­ε­ρουρ­γί­ας, ζω­ὴν ἡ­μῖν αἰ­ώ­νιον χα­ρι­σά­με­νος· ὁ εἰς ᾅ­δου κα­τα­βάς, καὶ μο­χλοὺς αἰ­ω­νί­ους συν­τρί­ψας, καὶ τοῖς κά­τω κα­θη­μέ­νοις ἄ­νο­δον ὑ­ποδεί­ξας· τὸν δὲ ἀρ­χέ­κα­κον καὶ βύ­θιον δρά­κον­τα, θε­ο­σό­φῳ δε­λε­ά­σμα­τι ἀγ­κι­στρεύ­σας, καὶ σει­ραῖς ζό­φου δε­σμεύ­σας ἐν ταρ­τά­ρῳ καὶ πυ­ρὶ ἀ­σβέ­στῳ καὶ σκό­τει ἐ­ξω­τέ­ρῳ, διὰ τῆς ἀ­πει­ροδυ­νά­μου σου κα­τα­σφα­λι­σά­με­νος ἰ­σχύ­ος· ἡ με­γα­λώ­νυ­μος σο­φία τοῦ Πα­τρός· ὁ τοῖς ἐ­πη­ρε­α­ζο­μένοις μέ­γας ἐ­πί­κου­ρος φα­νείς, καὶ φω­τί­σας τοὺς ἐν σκό­τει καὶ σκιᾷ θα­νά­του κα­θη­μέ­νους. Σύ, δό­ξης ἀ­ε­νά­ου, Κύ­ρι­ε, καὶ Πα­τρὸς ὑ­ψί­στου Υἱ­ὲ ἀ­γα­πη­τέ· ἀ­ΐ­διον φῶς, ἐξ ἀ­ϊ­δί­ου φω­τός· ἥ­λι­ε δι­και­ο­σύνης, ἐ­πά­κου­σον ἡ­μῶν δε­ο­μέ­νων σου, καὶ ἀ­νά­παυ­σον τὰς ψυ­χὰς τῶν δού­λων σου, τῶν προκεκοιμη­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, καὶ λοι­πῶν συγ­γε­νῶν κα­τὰ σάρ­κα, καὶ πάν­των τῶν οἰ­κεί­ων τῆς πί­στε­ως, πε­ρὶ ὧν καὶ τὴν μνή­μην ποι­ού­με­θα νῦν· ὅ­τι ἐν σοὶ πάν­των τὸ κρά­τος, καὶ ἐν τῇ χει­ρί σου κα­τέ­χεις πάν­τα τὰ πέ­ρα­τα τῆς γῆς.                                                     

Δέ­σπο­τα παν­το­κρά­τορ, Θε­ὲ Πα­τέ­ρων, καὶ Κύ­ρι­ε τοῦ ἐ­λέ­ους, γέ­νους θνη­τοῦ τε καὶ ἀ­θα­νά­του, καὶ πά­σης φύ­σε­ως ἀν­θρω­πί­νης δη­μι­ουρ­γέ, συ­νι­στα­μέ­νης τε καὶ πά­λιν λυ­ο­μέ­νης, ζω­ῆς τε καὶ τε­λευ­τῆς, τῆς ἐν­ταῦ­θα δι­α­γω­γῆς, καὶ τῆς ἐ­κεῖ­θεν με­τα­στά­σε­ως· ὁ χρό­νους με­τρῶν τοῖς ζῶ­σι, καὶ και­ροὺς θα­νά­του ἱ­στῶν, κα­τά­γων εἰς ᾅ­δου καὶ ἀ­νά­γων, δε­σμεύ­ων ἐν ἀ­σθε­νεί­ᾳ, καὶ ἀ­πο­λύ­ων ἐν δυ­να­στεί­ᾳ· ὁ τὰ πα­ρόν­τα χρησί- μως οἰ­κο­νο­μῶν, καὶ τὰ μέλ­λον­τα λυ­σι­τε­λῶς δι­οι­κῶν· ὁ τοὺς θα­νά­του κέν­τρῳ πλη­γέν­τας, ἀ­να­στά­σε­ως ἐλ­πί­σι ζω­ο­γο­νῶν. Αὐ­τὸς Δέ­σπο­τα τῶν ἁ­πάν­των, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἡ ἐλ­πὶς πάν­των τῶν πε­ρά­των τῆς γῆς, καὶ τῶν ἐν θα­λάσ­σῃ μα­κράν, ὁ καὶ ἐν ταύ­τῃ τῇ ἐ­σχά­τῃ, καὶ με­γά­λῃ καὶ σω­τη­ρί­ῳ ἡ­μέ­ρᾳ τῆς Πεν­τη­κο­στῆς, τὸ μυ­στή­ριον τῆς ἁ­γί­ας, καὶ ὁ­μο­ου­σί­ου, καὶ συ­να­ϊδί­ου, καὶ ἀ­δι­αι­ρέ­του, καὶ ἀ­συγχύ­του Τριά­δος ὑ­πο­δεί­ξας ἡ­μῖν, καὶ τὴν ἐ­πι­φοί­τη­σιν καὶ πα­ρου­σί­αν τοῦ ἁ­γί­ου καὶ ζω­οποι­οῦ σου Πνεύ­μα­τος, ἐν εἴ­δει πυ­ρί­νων γλωσ­σῶν, ἐ­πὶ τοὺς ἁ­γί­ους σου Ἀ­πο­στό­λους ἐκ­χέ­ας, καὶ εὐ­αγ­γε­λι­στὰς αὐ­τοὺς θέ­μενος τῆς εὐ­σε­βοῦς ἡ­μῶν Πί­στε­ως, καὶ ὁ­μο­λο­γη­τὰς καὶ κή­ρυ­κας τῆς ἀ­λη­θοῦς ἀ­να­δεί­ξας Θε­ο­λο­γί­ας· ὁ καὶ ἐν αὐ­τῇ τῇ παν­τε­λεί­ῳ ἑ­ορ­τῇ καὶ σω­τη­ρι­ώ­δει, ἱ­λα­σμοὺς ἱ­κε­σί­ους, ὑ­πὲρ τῶν κα­τε­χο­μέ­νων ἐν ᾅ­δῃ, κα­τα­ξι­ώ­σας δέ­χε­σθαι, με­γά­λας τε πα­ρέ­χων ἡ­μῖν ἐλ­πί­δας, ἄ­νε­σιν τοῖς κα­τοι­χο­μένοις τῶν κα­τε­χόν­των αὐ­τοὺς ἀ­νια­ρῶν, καὶ πα­ρα­ψυ­χὴν πα­ρὰ σοῦ κα­τα­πέμ­πε­σθαι. Ἐ­πά­κου­σον ἡ­μῶν τῶν τα­πει­νῶν, καὶ οἰ­κτρῶν δε­ο­μέ­νων σου· καὶ ἀ­νά­παυ­σον τὰς ψυ­χὰς τῶν δού­λων σου τῶν προ­κε­κοι­μη­μέ­νων, ἐν τό­πῳ φω­τει­νῷ, ἐν τό­πῳ χλο­ε­ρῷ, ἐν τό­πῳ ἀ­να­ψύ­ξε­ως, ἔν­θα ἀ­πέ­δρα πᾶ­σα ὀ­δύ­νη, λύ­πη καὶ στε­ναγμός· καὶ κα­τά­τα­ξον τὰ πνεύ­μα­τα αὐ­τῶν ἐν σκη­ναῖς Δι­καί­ων, καὶ εἰ­ρή­νης καὶ ἀ­νέ­σε­ως ἀ­ξί­ω­σον αὐ­τούς· ὅ­τι οὐχ οἱ νε­κροὶ αἰ­νέ­σουσί σε, Κύ­ρι­ε, οὐ­δὲ οἱ ἐν ᾅδῃ ἐ­ξο­μολό­γη­σιν παρ­ρη­σι­ά­ζον­ται προσφέ­ρειν σοι, ἀλ­λ’­ἡ­μεῖς οἱ ζῶν­τες εὐ­λο­γοῦ­μέν σε, καὶ ἱ­κε­τεύ­ο­μεν, καὶ τὰς ἱ­λα­στη­ρί­ους εὐ­χὰς καὶ θυ­σί­ας προ­σά­γο­μέν σοι ὑ­πὲρ τῶν ψυ­χῶν αὐ­τῶν.          

Θε­ὸς ὁ μέ­γας καὶ αἰ­ώ­νιος, ὁ ἅ­γιος καὶ φι­λάν­θρω­πος, ὁ κα­ταξι­ώ­σας ἡ­μᾶς καὶ ἐν ταύ­τῃ τῇ ὥ­ρᾳ στῆ­ναι κατενώ­πιον τῆς ἀ­προ­σί­του σου δό­ξης, εἰς ὕ­μνον καὶ αἶ­νον τῶν θαυ­μα­σί­ων σου, ἱ­λά­σθη­τι ἡ­μῖν τοῖς ἀ­να­ξί­οις δού­λοις σου· καὶ πα­ρά­σχου χά­ριν τοῦ με­τὰ συν­τε­τριμ­μέ­νης καρ­δί­ας ἀ­με­τεω­ρί­στως προ­σε­νεγ­κεῖν σοι τὴν τρι­σά­γιον δο­ξο­λο­γί­αν, καὶ τὴν εὐ­χα­ρι­στί­αν τῶν με­γά­λων δω­ρε­ῶν, ὧν ἐ­ποί­η­σας καὶ ποι­εῖς πάν­το­τε εἰς ἡ­μᾶς. Μνή­σθη­τι, Κύ­ρι­ε, τῆς ἀ­σθε­νεί­ας ἡ­μῶν, καὶ μὴ συ­να­πο­λέ­σῃς ἡ­μᾶς ταῖς ἀ­νο­μί­αις ἡ­μῶν, ἀλ­λὰ ποί­η­σον μέ­γα ἔ­λε­ος με­τὰ τῆς τα­πει­νώσε­ως ἡ­μῶν· ἵ­να, τὸ τῆς ἁμαρ­τί­ας σκό­τος δι­α­φυ­γόν­τες, ἐν ἡ­μέ­ρᾳ δι­και­ο­σύ­νης πε­ρι­πα­τή­σω­μεν· καὶ ἐν­δυ­σά­με­νοι τὰ ὅ­πλα τοῦ φω­τός, ἀ­νε­πι­βου­λεύ­τως δι­α­τε­λέ­σω­μεν ἀ­πὸ πά­σης ἐ­πη­ρεί­ας τοῦ πο­νηροῦ, καὶ με­τὰ παρ­ρη­σί­ας δο­ξά­σωμεν ἐ­πὶ πᾶ­σι, σὲ τὸν μό­νον ἀ­ληθι­νὸν καὶ φι­λάν­θρω­πον Θε­όν.                                  

Σὸν γὰρ ὡς ἀ­λη­θῶς, καὶ μέ­γα ὄν­τως μυ­στή­ριον, Δέ­σπο­τα τῶν ἁπάν­των καὶ ποι­η­τά, ἥ τε πρόσκαι­ρος λύ­σις τῶν σῶν κτι­σμά­των καὶ ἡ με­τὰ ταῦ­τα συ­νά­φεια καὶ ἀ­νά­παυ­σις ἡ εἰς αἰ­ῶ­νας.          
Σοὶ χά­ριν ἐν πᾶ­σιν ὁ­μο­λο­γοῦ­μεν, ἐ­πὶ ταῖς εἰ­σό­δοις ἡ­μῶν ταῖς εἰς τὸν κό­σμον τοῦ­τον, καὶ ταῖς ἐ­ξό­δοις, αἳ τὰς ἐλ­πί­δας ἡ­μῶν τῆς ἀνα­στά­σε­ως, καὶ τῆς ἀ­κη­ρά­του ζω­ῆς, διὰ τῆς σῆς ἀ­ψευ­δοῦς ἐ­παγ­γε­λί­ας προ­μνη­στεύ­ον­ται· ἧς ἀ­πο­λαύ­σαι­μεν ἐν τῇ δευ­τέ­ρᾳ μελ­λού­σῃ πα­ρου­σί­ᾳ σου.             

Σὺ γὰρ εἶ καὶ τῆς ἀ­να­στά­σε­ως ἡ­μῶν ἀρ­χη­γός, καὶ τῶν βε­βι­ωμέ­νων ἀ­δέ­κα­στος, καὶ φι­λάν­θρωπος κρι­τής, καὶ τῆς μι­σθα­πο­δοσί­ας Δε­σπό­της καὶ Κύ­ριος· ὁ καὶ κοι­νω­νή­σας ἡ­μῖν πα­ρα­πλη­σί­ως σαρ­κὸς καὶ αἵ­μα­τος, διὰ συγ­κατά­βα­σιν ἄ­κραν, καὶ τῶν ἡ­με­τέρων ἀ­δι­α­βλή­των πα­θῶν, ἐν τῷ ἑ­κου­σί­ως εἰς πεῖ­ραν κα­τα­στῆ­ναι, προσ­λα­βό­με­νος σπλάγ­χνα οἰ­κτιρ­μῶν, καὶ ἐν ᾧ πέ­πον­θας πει­ρα­σθεὶς αὐ­τός, τοῖς πει­ρα­ζομέ­νοις ἡ­μῖν γε­νό­με­νος αὐ­τε­πάγγελ­τος βο­η­θός· διὸ καὶ συ­νή­γαγες ἡ­μᾶς εἰς τὴν σὴν ἀ­πά­θειαν.          

Δέ­ξαι οὖν, Δέ­σπο­τα, δε­ή­σεις καὶ ἱ­κε­σί­ας ἡ­με­τέ­ρας, καὶ ἀ­νά­παυ­σον πάν­τας τοὺς πα­τέ­ρας ἑ­κά­στου, καὶ μη­τέ­ρας, καὶ ἀ­δελ­φούς, καὶ ἀ­δελ­φὰς καὶ τέ­κνα, καὶ εἴ τι ἄλ­λο ὁ­μο­γε­νὲς καὶ ὁ­μό­φυ­λον, καὶ πάσας τὰς προ­α­να­παυ­σα­μέ­νας ψυ­χὰς ἐ­π’­ἐλ­πί­δι ἀ­να­στά­σε­ως ζω­ῆς αἰ­ω­νί­ου· καὶ κα­τά­τα­ξον τὰ πνεύ­μα­τα αὐ­τῶν καὶ τὰ ὀ­νό­μα­τα ἐν βί­βλῳ ζω­ῆς, ἐν κόλ­ποις Ἀ­βραάμ, Ἰ­σα­άκ καὶ Ἰ­α­κώβ, ἐν χώ­ρᾳ ζών­των, εἰς βα­σι­λεί­αν οὐ­ρα­νῶν, ἐν πα­ρα­δεί­σῳ τρυ­φῆς, διὰ τῶν φω­τει­νῶν Ἀγ­γέ­λων σου εἰ­σά­γων ἅ­παν­τας εἰς τὰς ἁ­γί­ας σου μο­νάς· συ­νέγει­ρων καὶ τὰ σώ­μα­τα ἡ­μῶν ἐν ἡ­μέ­ρᾳ, ᾗ ὥ­ρι­σας, κα­τὰ τὰς ἁ­γί­ας σου καὶ ἀ­ψευ­δεῖς ἐ­παγ­γελί­ας.            

Δέ­ξου, λοι­πόν, Δέ­σπο­τα, τὶς προ­σευ­χὲς καὶ τὶς παρακλήσεις μας, ἀ­νά­παυ­σε τὸν πα­τέ­ρα τοῦ καθ’ ἑνὸς καὶ τὴ μη­τέ­ρα, τὰ ἀ­δέλ­φια καὶ τὶς ἀ­δελ­φὲς καὶ τὰ τέ­κνα καὶ κάθε ἄλλο συγγενῆ καὶ ὁμογενῆ μας καὶ ὅ­λες ἀνεξαιρέτως τὶς ψυ­χὲς ποὺ ἀναπαύθηκαν στὴν αἰ­ώ­νια ζω­ή μὲ τὴν ἐλ­πί­δα τῆς ἀ­να­στά­σε­ως. Καὶ κα­τά­τα­ξε τὰ πνεύ­μα­τα καὶ τὰ ὀ­νό­μα­τά τους στὸ βι­βλί­ο τῆς ζω­ῆς, στοὺς κόλπους τοῦ Ἀ­βρα­άμ, τοῦ Ἰ­σα­άκ καὶ τοῦ Ἰ­α­κώβ, στὴ χώ­ρα τῶν ζών­των, στὴ Βα­σι­λεί­α τῶν Οὐ­ρα­νῶν, στὸν Πα­ρά­δει­σο τῆς τρυφῆς. Ὅλους καθοδήγη­σέ μας μὲ τοὺς φω­τει­νούς Ἀγ­γέ­λους στοὺς τόπους τοὺς ἁγίους σου καὶ ὅταν ἔρθει ἡ ἡμέρα ποὺ καθόρισες, ἀνάστησε καὶ τὰ σώ­μα­τά μας σύμ­φω­να μὲ τὶς ἀ­δι­ά­ψευ­στες ὑ­πο­σχέ­σεις σου.

Οὐκ ἔ­στιν οὖν, Κύ­ρι­ε, τοῖς δούλοις σου θά­να­τος, ἐκ­δη­μούν­των ἡ­μῶν ἀ­πὸ τοῦ σώ­μα­τος, καὶ πρὸς σὲ τὸν Θε­ὸν ἐν­δη­μούν­των, ἀλ­λὰ με­τά­στα­σις, ἀ­πὸ τῶν λυ­πη­ρο­τέρων ἐ­πὶ τὰ χρη­στό­τε­ρα καὶ θυ­μηδέ­στε­ρα, καὶ ἀ­νά­παυ­σις καὶ χα­ρά. Εἰ δὲ καί τι ἡ­μάρ­το­μεν εἰς σέ, ἵ­λε­ως γε­νοῦ ἡ­μῖν τε καὶ αὐ­τοῖς· δι­ό­τι οὐ­δεὶς κα­θα­ρὸς ἀ­πὸ ῥύ­που ἐ­νώ­πιόν σου, οὐ­δ’ ἄν μί­α ἡ­μέ­ρα ᾖ ἡ ζω­ὴ αὐ­τοῦ, εἰ­μὴ μό­νος σύ, ὁ ἐ­πὶ γῆς φα­νεὶς ἀ­να­μάρ­τητος, ὁ Κύ­ριος ἡ­μῶν Ἰ­η­σοῦς Χρι­στός, δι­’­οὗ πάν­τες ἐλ­πί­ζο­μεν ἐ­λέ­ους τυ­χεῖν, καὶ ἀ­φέ­σε­ως ἁ­μρ­τι­ῶν.           

Διὰ τοῦ­το ἡ­μῖν τε καὶ αὐ­τοῖς, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος Θε­ός, ἄ­νες, ἄ­φες, συγ­χώ­ρη­σον τὰ πα­ρα­πτώ­μα­τα ἡ­μῶν, τὰ ἑ­κού­σια καὶ τὰ ἀ­κού­σια, τὰ ἐν γνώ­σει καὶ ἐν ἀ­γνοί­ᾳ, τὰ πρό­δη­λα, τὰ λαν­θά­νον­τα, τὰ ἐν πρά­ξει, τὰ ἐν δι­α­νοί­ᾳ, τὰ ἐν λό­γῳ, τὰ ἐν πά­σαις ἡ­μῶν ταῖς ἀ­να­στρο­φαῖς, καὶ τοῖς κι­νή­μα­σι· καὶ τοῖς μὲν προ­λα­βοῦσιν ἐ­λευ­θε­ρί­αν καὶ ἄ­νε­σιν δώρη­σαι, ἡ­μᾶς δὲ τοὺς πε­ρι­ε­στῶ­τας εὐ­λό­γη­σον, τέ­λος ἀ­γα­θὸν καὶ εἰ­ρη­νι­κὸν πα­ρε­χό­με­νος ἡ­μῖν τε, καὶ παν­τὶ τῷ λα­ῷ σου, καὶ ἐ­λέ­ους σπλάγ­χνα καὶ φι­λαν­θρω­πί­ας δι­α­νοί­γων ἡ­μῖν, ἐν τῇ φρι­κτῇ καὶ φο­βε­ρᾷ σου πα­ρου­σί­ᾳ· καὶ τῆς βα­σι­λεί­ας σου ἀ­ξί­ους ἡ­μᾶς ποί­η­σον                                              

Θε­ὸς ὁ μέ­γας καὶ ὕ­ψι­στος, ὁ μό­νος ἔ­χων ἀ­θα­να­σί­αν, φῶς οἰ­κῶν ἀ­πρό­σι­τον, ὁ πᾶ­σαν τὴν κτί­σιν ἐν σο­φί­ᾳ δη­μι­ουρ­γή­σας, ὁ δι­α­χω­ρί­σας ἀ­νὰ μέ­σον τοῦ φωτός, καὶ ἀ­νὰ μέ­σον τοῦ σκό­τους, καὶ τὸν μὲν ἥ­λιον θέ­με­νος εἰς ἐ­ξουσί­αν τῆς ἡ­μέ­ρας, σε­λή­νην δὲ καὶ ἀ­στέ­ρας εἰς ἐ­ξου­σί­αν τῆς νυ­κτός· ὁ κα­τα­ξι­ώ­σας ἡ­μᾶς τοὺς ἁ­μαρ­τω­λούς, καὶ ἐ­πὶ τῆς πα­ρούσης ἡμέρας προ­φθά­σαι τὸ πρόσω­πόν σου ἐν ἐ­ξο­μο­λο­γή­σει, καὶ τὴν ἑ­σπε­ρι­νήν σοι λα­τρεί­αν προ­σα­γα­γεῖν. Αὐ­τός, φι­λάν­θρωπε Κύ­ρι­ε, κα­τεύ­θυ­νον τὴν προ­σευ­χὴν ἡ­μῶν, ὡς θυ­μί­α­μα ἐ­νώ­πιόν σου, καὶ πρόσ­δε­ξαι αὐ­τὴν εἰς ὀ­σμὴν εὐ­ω­δί­ας.             

Πα­ρά­σχου δὲ ἡ­μῖν τὴν πα­ροῦ­σαν ἑ­σπέ­ραν, καὶ τὴν ἐ­πι­οῦ­σαν νύ­κτα εἰ­ρη­νι­κήν· ἔν­δυ­σον ἡ­μᾶς ὅ­πλα φω­τός· ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ φό­βου νυ­κτε­ρι­νοῦ, καὶ ἀ­πὸ παν­τὸς πράγ­μα­τος ἐν σκό­τει δι­α­πο­ρευ­ομέ­νου· καὶ δώ­ρη­σαι ἡ­μῖν τὸν ὕ­πνον, ὃν εἰς ἀ­νά­παυ­σιν τῇ ἀ­σθε­νεί­ᾳ ἡ­μῶν ἐ­δω­ρή­σω, πά­σης δι­α­βο­λι­κῆς φαν­τα­σί­ας ἀ­πηλλαγ­μέ­νον.              

Ναί, Δέ­σπο­τα τῶν ἁ­πάν­των, τῶν ἀ­γα­θῶν χο­ρη­γέ, ἵ­να, καὶ ἐν ταῖς κοί­ταις ἡ­μῶν κα­τα­νυ­γό­με­νοι, μνη­μο­νεύ­ω­μεν καὶ ἐν νυ­κτὶ τοῦ πα­να­γί­ου ὀ­νό­μα­τός σου· καὶ τῇ με­λέ­τῃ τῶν σῶν ἐν­το­λῶν κα­ταυγα­ζό­με­νοι ἐν ἀ­γαλ­λιά­σει ψυ­χῆς δι­α­νιστῶ­μεν, πρὸς δο­ξο­λο­γί­αν τῆς σῆς ἀ­γα­θό­τη­τος, δε­ή­σεις καὶ ἱ­κε­σί­ας τῇ σῇ εὐ­σπλα­χνί­ᾳ προσάγον­τες, ὑ­πὲρ τῶν ἰ­δί­ων ἁ­μαρ­τι­ῶν, καὶ παν­τὸς τοῦ λα­οῦ σου, ὃν, ταῖς πρε­σβεί­αις τῆς ἁ­γί­ας Θε­ο­τό­κου ἐν ἐ­λέ­ει ἐ­πί­σκε­ψαι.            

*

Δεν υπάρχουν σχόλια: