ΚΑΛΩΣ ΗΛΘΕΣ!

Η ΜΩΒ ΑΓΑΠΗ ΜΟΥ ΠΑΝΤΟΥ ΣΤΗΝ ΓΗ...

2 Μαΐ 2016

Η ΠΡΟΣΕΥΧΗ ΤΗΣ ΑΦΗΣ ΤΟΥ ΑΓΙΟΥ ΦΩΤΟΣ

Πατριάρχης γονατιστὸς ἔμπροσθεν τοῦ Ἁγίου Τάφου τοῦ Χριστοῦ προσεύχεται πρὸς τὸν Σταυρωθέντα, κρατῶν δυὸ σβηστὰς λαμπάδας καὶ μὲ ταπείνωσιν καὶ εὐλάβειαν ἀναπέμπων τὴν ἀκόλουθην εὐχήν:

«Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ἡ ἀρχίφωτος σοφία τοῦ ἀνάρχου Πατρός. Ὁ φῶς οἰκῶν ἀπρόσιτον, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὁ εἰπὼν γεννηθήτω φῶς καὶ ἐγένετο φῶς. Κύριε, ὁ τοῦ φωτὸς χορηγός, ὁ ἐξαγαγὼν ἡμᾶς ἀπὸ τοῦ σκότους τῆς πλάνης καὶ εἰσαγαγὼν εἰς τὸ θαυμαστὸν φῶς τῆς σῆς ἐπιγνώσεως, ὁ τὴν γῆν μὲν πᾶσαν διὰ τῆς ἐν αὐτῇ ἐνσάρκου παρουσίας σου, τὰ καταχθόνια δὲ διὰ τῆς εἰς Ἅδην καταβάσεώς σου φωτὸς πληρώσας καὶ χαρᾶς, μετὰ δὲ ταῦτα διὰ τῶν ἁγίων σου Ἀποστόλων φῶς καταγγείλας πᾶσι τοῖς ἔθνεσιν.

Εὐχαριστοῦμεν σοί, ὅτι διὰ τῆς εὐσεβοῦς πίστεως μετήγαγες ἡμᾶς ἀπὸ σκότους εἰς φῶς καὶ γεγόναμεν υἱοὶ διὰ τοῦ ἁγίου βαπτίσματος,θεασάμενοι τὴν δόξαν σου πλήρη οὖσαν χάριτος καὶ ἀληθείας. ἀλλ φωτοπάροχε Κύριε, τὸ μέγα φῶς ὤν, εἰπὼν, λαὸς καθήμενος ἐν σκότει. Δέσποτα Κύριε, τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Τὸ μόνο φῶς τοῦ κόσμου καὶ φῶς τῆς ζωῆς τῶν ἀνθρώπων, οὗ ἀπὸ τῆς δόξης ἐπληρώθη τὰ σύμπαντα, ὅτι φῶς εἰς τὸν κόσμον ἐλήλυθας διὰ τῆς ἐνσάρκου σου οἰκονομίας, εἰ καὶ οἱ ἄνθρωποι ἠγάπησαν μᾶλλον τὸ σκότος ἦτο φῶς.

Σὺ Κύριε φωτοδότα, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου τῶν τῇ ὥρα ταύτῃ παρισταμένων τῷ παναγίῳ σου καὶ φωτοφόρῳ τούτῳ τάφῳ καὶ πρόσδεξαι ἡμᾶς τιμῶντας τὰ ἄχραντα πάθη σου, τὴν παναγίαν σου σταύρωσιν, τὸν ἑκούσιον θάνατον καὶ τὴν ἐν τῷ πανσεβάστῳ τούτω μνήματι τοῦ τεθεωμένου σου σώματος κατάθεσιν καὶ ταφὴν καὶ τριήμερον ἐξανάστασιν, ἣν χαρμονικῶς ἤδη ἀρξάμενοι ἑορτάζειν, μνείαν ποιούμεθα καὶ τῆς ἐν Ἅδου καθόδου σου, διἧς τὰς ἐκεῖσε τῶν δικαίων κατεχομένας ψυχὰς δεσποτικῶς ἠλευθέρωσας τῇ ἀστραπῇ τῆς σῆς θεότητος φωτὸς πληρώσας τὰ καταχθόνια.

Ὅθεν δὴ ἀγαλλομένῃ καρδίᾳ καὶ χαρᾷ πνευματικῇ κατὰ τοῦτο τὸ ὑπερευλογημένον Σάββατον τὸ ἐν γῇ καὶ ὑπὸ γῆν θεοπρεπῶς τελεσθέντα σοὶ σωτηριωδέστατα μυστήριὰ σου ἑορτάζοντες καὶ σὲ τὸ ὄντως ἱλαρὸν καὶ ἐφετὸν φῶς ἐν τοῖς καταχθονίοις θεϊκῶς ἐπιλάμψαν ἀναμιμνησκόμενοι, φωτοφάνειαν ποιούμεθα, σοὺ τὴν πρὸς ἡμᾶς συμπαθῶς γενομένην θεοφανείαν, εἰκονίζοντες. Ἐπειδὴ γὰρ τῇ σωτηρίῳ καὶ φωταυγεῖ νυκτὶ πάντα πεπλήρωται φωτὸς οὐρανὸς τὲ καὶ γῆ καὶ τὰ καταχθόνια διὰ τὸ ὑπερφυὲς μυστήριον τῆς ἐν Ἅδου καθόδου σου καὶ τῆς ἐκ Τάφου σου τριημέρου ἀναστάσεως.

Διὰ τοῦτο, ἐκ τοῦ ἐπὶ τοῦτον τὸν φωτοφόρον σου Τάφον εὐλαβῶς λαμβάνοντες, διαδίδομεν τοῖς πιστεύουσιν εἰς σὲ τὸ ἀληθινὸν φῶς καὶ παρακαλοῦμεν καὶ δεόμεθὰ σου, Πανάγιε Δέσποτα, ὅπως ἀναδείξῃς αὐτὸ ἁγιασμοῦ δῶρον καὶ πάσης θεϊκῆς σου χάριτος πεπληρωμένον, διὰ τῆς χάριτος τοῦ Παναγίου καὶ φωτοφόρου Τάφου σου. Καὶ τοὺς ἁπτομένους εὐλαβῶς αὐτοῦ εὐλογήσῃς καὶ ἁγιάσῃς, τοῦ σκότους τῶν παθῶν ἐλευθεριῶν καὶ τῶν φωτεινοτάτων σου σκηνῶν καταξιώσῃς, ὅπου φῶς τὸ ἀνέσπερόν της σῆς θεότητας λάμπει.

Χάρισαι αὐτοῖς, Κύριε, ὑγείαν καὶ εὐζωίαν καὶ τοὺς οἴκους αὐτῶν παντὸς ἀγαθοῦ πλήρωσον. Ναί, Δέσποτα φωτοπάροχε, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ ἐν τῇ ὥρᾳ ταύτη καὶ δὸς ἡμῖν τέ καὶ αὐτοῖς περιπατεῖν ἐν τῷ φωτί σου καὶ ἐν αὐτῷ μένειν, ἕως τὸ φῶς τῆς προσκαίρου ζωῆς ταύτης ἔχωμεν. Δὸς ἡμῖν Κύριε, ἳνα τὸ φῶς τῶν καλῶν ἔργων ἡμῶν λάμπῃ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ δοξάζωσι σὲ σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ Πνεύματι. Εἰς φῶς γὰρ ἐθνῶν ἡμᾶς τέθηκας, ἳνα αὐτοῖς τῇ σκοτίᾳ περιπατοῦσι φαίνωμεν.

Ἀλλἡμεῖς ἠγαπήσαμεν τὸ σκότος μᾶλλον τὸ φῶς, φαῦλα πράσσοντες. Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς κατὰ τὸν ἀψευδῆ λόγον σου. Διὰ τοῦτο ὁσημέραι προσκόπτομεν ἁμαρτάνοντες, ἐπειδὴ περιπατοῦμεν ἐν τῇ σκοτίᾳ. Ἀλλ’ ἀξίωσον ἡμᾶς τὸ ὑπόλοιπόν τῆς ζωῆς ἡμῶν βιωτεῦσαι πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν. Δὸς ἡμῖν, ἳνα ὡς τέκνα φωτὸς περιπατήσωμεν ἐν τῷ φωτὶ τῶν ἐντολῶν σου. Τὸ τοῦ ἁγίου βαπτίσματος φωτεινὸν ἔνδυμα, ὅπερ διὰ τῶν ἔργων ἠμαυρώσαμεν, λεύκανον, ὡς τὸ φῶς, ὁ ἀναβαλλόμενος τὸ φῶς ὥσπερ ἱμάτιον.

Δὸς ἡμῖν ἐνδύσασθαι τὰ ὃπλα τοῦ φωτός, ἳνα διαὐτῶν τὸν ἄρχοντα τοῦ σκότους τροπούμεθα, ὃς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Ναί, Κύριε, καὶ ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς ἐν σκότει καὶ σκιὰ θανάτου καθημένοις φῶς ἔλαμψας οὕτω σήμερον λάμψον ἐν ταῖς καρδίαις ἡμῶν τὸ σὸν ἀκήρατον φῶς ἳνα τούτου φωτιζόμενοι καὶ θερμαινόμενοι ἐν τῇ πίστει, δοξάζωμεν Σὲ τὸ μόνον ἐκ μόνου τοῦ ἀρχιφώτου φωτός, ἱλαρὸν φῶς εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν».

Μετὰ τὸ πέρας τῆς εὐχῆς τοποθετεῖ τὸ βαμβάκιον εἰς τὸν Πανάγιον Τάφον καὶ μὲ θαυμαστὸν τρόπον ἀνάβει. Μὲ αὐτὸ ἀνάβει τὰ κεριὰ καὶ ἐξέρχεται ἀπὸ τὸ Ἱερὸν Κουβούκλιον. Τὸ σπουδαῖον εἶναι ὅτι τὸ ἅγιον φῶς διὰ ὀλίγα λεπτὰ δὲν ἔχει πυράδα. Δηλαδὴ ἐὰν εἷς ἀκουμπήσῃ τὸ ἅγιον φῶς εἰς τὰ χέρια του δὲν θὰ καῇ. Πραγματικῶς εἶναι ἓν ἐκ τῶν μεγαλυτέρων Θαυμάτων τῆς χριστιανοσύνης, τὸ ὁποῖον ἐπαναλαμβάνεται κάθε χρόνον τὸ Μέγα Σάββατον!

*

Δεν υπάρχουν σχόλια: