ΚΑΛΩΣ ΗΛΘΕΣ!

Η ΜΩΒ ΑΓΑΠΗ ΜΟΥ ΠΑΝΤΟΥ ΣΤΗΝ ΓΗ...

6 Φεβ 2021

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπερθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε!

Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων᾽ ἡ ἔμφυτος ἀγαθότης, τὸ φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν.

Εὐπροσδεκτος γενέσθω ἡ παρ΄ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν᾽ ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ Ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι, καὶ λέγειν καὶ νῦν, ὑπεράγαθε Δοξάζομέν σε, δέσποτα φιλάνθρωπε, παντοκράτορ, προαιώνιε βασιλεῦ· Δοξάζομέν σε τὸν κτίστην, καὶ δημιουργὸν τοῦ παντός.

Δοξάζομεν σε, υἱε τοῦ Θεοῦ μονογενες, τὸν ἀπάτορα ἐκ μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ, τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν.

Σήμερον γὰρ ο τῆς εορτῆς ἡμῖν ἐπεστη καιρὸς καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ ἄγγελοι μετὰ ἀνθρώπων συνεορτάζουσι. Σήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, ἐν εἴδει περιστερᾶς, τοῖς ὕδασιν ἐπεφοίτησε. Σήμερον ὁ ἄδυτος ἥλιος ἀνέτειλε, καὶ ὁ κοσμος τῷ φωτὶ Κυρίου καταυγάζεται. Σήμερον ἡ σελήνη λαμπραῖς ταῖς ἀκτῖσι τῷ κόσμῳ συνεκλαμπρύνεται.

Σήμερον οἱ φωτοειδεῖς ἀστερες τῇ Φαιδρότητι τῆς λάμψεως τὴν οἰκουμένην καλλωπίζουσι. Σήμερον αἱ νεφέλαι ὑετὸν δικαιοσύνης τῇ ἀνθρωπότητι οὐρανόθεν δροσίζουσι. Σήμερον ὁ ἄκτιστος ὑπὸ τοῦ ἰδίου πλάσματος βουλῇ χειροθετεῖται.

Σήμερον ὁ προφήτης καὶ προδρομος τῷ δεσπότῃ προσέρχεται, ἀλλὰ τρόμῳ παρίσταται, ὁρῶν Θεοῦ πρὸς ἡμᾶς συγκατάβασιν. Σήμερον τὰ τοῦ Ἰορδάνου νάματα εἰς ἰάματα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ. Σήμερον ρείθροις μυστικοῖς πᾶσα ἡ κτίσις ἀρδεύεται.

Σήμερον τὰ τῶν ἀνθρώπων πταίσματα τοῖς ὕδασι τοῦ Ἰορδάνου ἀπαλείφονται. Σήμερον ὁ παράδεισος ἠνέῳκται τοῖς ἀνθρώποις, καὶ ὁ τῆς δικαιοσύνης Ἥλιος καταυγάζει ἡμῖν. Σήμερον τὸ πικρὸν ὕδωρ, τὸ ἐπὶ Μωυσέως τῷ λαῷ εἰς γλυκύτητα μεταποιεῖται τῇ τοῦ Κυρίου παρουσίᾳ.

Σήμερον τοῦ παλαιοῦ θρήνου ἀπηλλάγημεν, καὶ ὡς νέος Ἰσραὴλ διεσώθημεν. Σήμερον τοῦ σκότους ἐλυτρώθημεν, καὶ τῷ φωτὶ τῆς θεογνωσίας καταυγαζόμεθα. Σήμερον ἡ ἀχλὺς τοῦ κόσμου καθαίρεται τῇ ἐπιφανείᾳ τοῦ Θεοῦ ἡμῶν.

Σήμερον λαμπαδοφεγγεῖ πᾶσα η κτισις ἄνωθεν. Σήμερον ἡ πλάνη κατήργηται, καὶ οδὸν ἡμῖν σωτηρίας ἐργάζεται ἢ τοῦ δεσπότου ἐπέλευσις. Σήμερον τὰ ἄνω τοῖς κάτω συνεορτάζει, καὶ τὰ κάτω τοῖς ἄνω συνομιλεῖ.

Σήμερον ἢ ἱερὰ καὶ μεγαλοφωνος τῶν Ὀρθοδόξων πανήγυρις ἀγάλλεται. Σήμερον ὁ δεσπότης πρὸς τὸ βάπτισμα ἐπείγεται, ἵνα ἀναβιβάσῃ πρὸς ὕψος τὸ ἀνθρώπινον. Σήμερον ὁ ἀκλινὴς τῷ ἰδίῳ οἰκέτῃ ὑποκλίνεται, ἵνα ἡμᾶς ἐκ τῆς δουλείας ἐλευθερώσῃ.

Σήμερον βασιλείαν οὐρανῶν ὠνησάμεθα᾽ τῆς γὰρ βασιλείας τοῦ Κυρίου οὐκ ἔσται τέλος. Σήμερον γῆ καὶ θάλασσα τὴν τοῦ κόσμου χαρὰν ἐμερίσαντο, καὶ ὁ κόσμος εὐφροσύνης πεπλήρωται. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Ὁ Ἰορδανης ἐστράφη εἰς τὰ ὀπίσω, θεασάμενος τὸ πῦρ τῆς θεότητος σωματικῶς κατερχόμενον καὶ εἰσερχόμενον ἐπ᾿ αὐτόν. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, θεωρῶν τὸ Πνεῦμα τὸ Ἅγιον, ἐν εἴδει περιστερᾶς κατερχόμενον, καὶ περιιπτάμενόν σοι.

Ὁ Ἰορδανης ἐστράφη εἰς τὰ ὀπίσω, ορῶν τὸν ἀόρατον ὁραθέντα, τὸν κτίστην σαρκωθέντα, τὸν δεσπότην ἐν δούλου μορφῆ.

Ὁ Ἰορδάνης ἔστραφη εἰς τὰ οπίσω, καὶ τὰ ὄρη ἐσκίρτησαν, Θεὸν ἐν σαρκὶ καθορῶντα, καὶ νεφέλαι φωνὴν ἔδωκαν, θαυμάζουσαι τὸν παραγενόμενον, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, δεσποτικὴν πανήγυριν σήμερονἐν τῷ Ἰορδάνῃ ὁρῶντες, αὐτὸν δὲ τὸν τῆς παρακοῆς θάνατον, καὶ τὸ τῆς πλάνης κέντρον, καὶ τὸν τοῦ ᾷδου συνδεσμον ἐν τῷ Ἰορδάνῃ βυθίσαντα, καὶ βάπτισμα σωτηρίας τῷ κόσμῳ δωρησάμενον.

Ὅθεν κάγω ο ἁμαρτωλὸς καὶ ἀνάξιος δοῦλός σου, τὰ μεγαλεῖα τῶν θαυμάτων σου διηγούμενος, συνεχόμενος φόβω, ἐν κατανύξει βοῶ σοι.

Μέγας εἰ, Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὑμνον τῶν θαυμασίων σου (εκ γ’ )

Σὺ γάρ, βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσμον. Σὺ ἐκ τεσσάρων στοιχείων τὴν κτίσιν συναρμόσας, τέτταρσι καιροῖς τὸν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέμουσιν αἱ νοεραὶ πᾶσαι δυνάμεις· σὲ ὑμνεῖ ἥλιος· σὲ δοξάζει σελήνη· σοὶ ἐντυγχάνει τὰ ἄστρα· σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι· σοὶ δουλεύουσιν αἱ πηγαί.

Συ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δεέρριν· σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· σὺ περιετείχισας τὴν θάλασσαν ψάμμῳ· σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας. Ἀγγελικαὶ δυνάμεις σοὶ λειτουργοῦσιν· οἱ τῶν ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι· τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφείμ, κύκλῳ ἱστάμενα καὶ περιιπτάμενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης, κατακαλύπτεται.

Σὺ γάρ, Θεὸς ὧν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεᾶσθαι ὑπὸ τοῦ διαβόλου τυραννούμενον τὸ γένος τῶν ἀνθρώπων᾽ ἀλλ’ ἦλθες καὶ ἔσωσας ἡμᾶς.

Ὁμολογοῦμεν τὴν χάριν, κηρύττομεν τὸν ἔλεον, οὐ κρύπτομεν τὴν εὐεργεσίαν᾽ τὰς τῆς φύσεως ἡμῶν γονὰς ἠλευθέρωσας᾽ παρθενικὴν ἡγίασας μήτραν τῷ τόκῳ σου. Πᾶσα ἡ κτίσις ὕμνησέ σε ἐπιφανέντα.

Σὺ γάρ, ὁ Θεὸς ἡμῶν, ἐπὶ τῆς γῆς ὦφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ ἰορδάνεια ρεῖθρα ἡγίασας, οὐρανόθεν καταπέμψας τὸ πανάγιόν σου Πνεῦμα, καὶ τὰς κεφαλὰς τῶν ἐκεῖσε ἐμφωλευόντων συνέτριψας δρακόντων.

Αὐτος ουν, φιλάνθρωπε βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐεπιφοιτῆσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο (ἐκ γ᾽).

Καὶ δὸς αὑτῷ τῆν χαριν τῆς ἀπολυτρωσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον. Ἵνα πάντες οἱ ἀρυόμενοι καὶ μεταλαμβάνοντες, ἔχοιεν αὐτὸ πρὸς καθαρισμὸν ψυχῶν τε καὶ σωμάτων, πρὸς ἰατρείαν παθῶν, προς ἀγιασμὸν οἴκων, προς πᾶσαν ὠφέλειαν ἐπιτήδειον.

Σὺ γὰρ εἰ ὁ Θεὸς ἡμῶν, ὁ δι’ ὕδατος καὶ Πνεύματος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁμαρτίας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁμαρτίαν. Σὺ εἴ ὁ Θεὸς ἡμῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωυσέως, τὸ γένος τῶν Ἑβραίων.

Σὺ εἰ ὁ Θεὸς ἡμῶν, ὁ διαρρήξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ δι᾿ ὕδατος καὶ πυρός, διὰ τοῦ Ἠλιού, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ.

Αυτος καὶ νῦν, Δέσποτα, ἀγίασον το ὕδωρ τοῦτο, τῷ Πνεύματι σου τῶ Ἁγίῳ.

Δος πᾶσι, τοῖς τε ἁπτομένοις, τοῖς τε χριομένοις, τοῖς τε μεταλαμβάνουσι, τὸν ἁγιασμόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν

Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν. Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ· ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον· χάρισαι αὐτοῖς πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον.

Μνήσθητι Κυριε παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς ἱερατικοῦ ταγματος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι᾽ εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡμῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ μέγα σου ἔλεος.

Ινα καὶ διὰ στοιχείων, καὶ διὰ ἀγγελων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωμένων, καὶ διὰ ἀοράτων δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰὥνας τῶν αἰώνων. Ἀμήν.

*

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ,

καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε! Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον!

Μα σ´αγαπάω κοίτα ανοίγουν οι ουρανοί!

*

Δεν υπάρχουν σχόλια: