Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς
γῆς,
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἰσχυκότες ἡττᾶσθε.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ
πάλιν ἡττηθήσεσθε.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε,
διασκεδάσει Κύριος.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός,
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε,
οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ
φοβηθῶμεν, ουδ’ οὐ μὴ ταραχθῶμεν.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν
ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾧ
ἔσται μοι εἰς ἁγιασμόν.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ,
καὶ σωθήσομαι δι’ αὐτοῦ.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ
μοι ἔδωκεν ὁ Θεός,
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει,
ἴδε φῶς μέγα.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Οἱ κατοικοῦντες ἐν χώρᾳ,
καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ἡμᾶς.
Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός.
Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν,
Υἱός, καὶ ἐδόθη ἡμῖν,
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου
αὐτοῦ.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν
ὅριον,
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ,
Μεγάλης Βουλῆς Ἄγγελος.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Θαυμαστὸς σύμβουλος.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Θεὸς ἰσχυρός, Ἐξουσιαστής,
Ἄρχων εἰρήνης.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Δόξα Πατρί και Υιώ και
Αγίω Πνεύματι.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ νῦν και αεί και εις
τους αιώνας των αιώνων.Αμήν.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Μεθ’ ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη
καὶ ἡττᾶσθε, ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
«Μεθ' ημών ο Θεός»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου